James 4

1Πόθεν πόλεμοι καὶ
 πόθεν = WH Treg NA/NIV: || [omit] = RP
πόθεν μάχαι ἐν ὑμῖν; οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν;
2ἐπιθυμεῖτε, καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε. οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς· 3αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε. 4
 μοιχαλίδες = WH Treg NA/NIV: || Μοιχοὶ καὶ μοιχαλίδες = RP
μοιχαλίδες, οὐκ οἴδατε ὅτι φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστιν; ὃς
 ἐὰν = WH NA/NIV: || ἂν = Treg RP
ἐὰν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται.
5 δοκεῖτε ὅτι κενῶς γραφὴ λέγει· Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα
 κατῴκισεν = WH Treg NA/NIV: || κατῴκησεν = RP
κατῴκισεν ἐν ἡμῖν;
6μείζονα δὲ δίδωσιν χάριν· διὸ λέγει· θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν. 7ὑποτάγητε οὖν τῷ θεῷ· ἀντίστητε δὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ᾽ ὑμῶν· 8ἐγγίσατε τῷ θεῷ, καὶ
 ἐγγιεῖ = Treg NA/NIV RP: || ἐγγίσει = WH
ἐγγιεῖ ὑμῖν. καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι.
9ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· γέλως ὑμῶν εἰς πένθος
 μετατραπήτω = WH NA/NIV: || μεταστραφήτω = Treg RP
μετατραπήτω καὶ χαρὰ εἰς κατήφειαν·
10ταπεινώθητε ἐνώπιον
 κυρίου = WH Treg NA/NIV: || τοῦ κυρίου = RP
κυρίου, καὶ ὑψώσει ὑμᾶς.

11Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί· καταλαλῶν ἀδελφοῦ
 ἢ = WH Treg NA/NIV: || καὶ = RP
κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής.
12εἷς
 ἐστιν = WH: || ἐστιν ὁ = Treg NA/NIV RP
ἐστιν νομοθέτης
 καὶ κριτής = WH Treg NA/NIV: || [omit] = RP
καὶ κριτής ⸃, δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ δὲ τίς εἶ,
 ὁ κρίνων = WH Treg NA/NIV: || ὃς κρίνεις = RP
κρίνων ⸃ τὸν
 πλησίον = WH Treg NA/NIV: || ἕτερον = RP
πλησίον;

13Ἄγε νῦν οἱ λέγοντες· Σήμερον
 ἢ = WH Treg NA/NIV: || καὶ = RP
αὔριον
 πορευσόμεθα = WH Treg NA/NIV: || πορευσώμεθα = RP
πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ
 ποιήσομεν = WH NA/NIV: || ποιήσωμεν = Treg RP
ποιήσομεν ἐκεῖ
 ἐνιαυτὸν = WH Treg NA/NIV: || ἐνιαυτὸν ἕνα = RP
ἐνιαυτὸν καὶ
 ἐμπορευσόμεθα = WH Treg NA/NIV: || ἐμπορευσώμεθα = RP
ἐμπορευσόμεθα καὶ
 κερδήσομεν = WH Treg NA/NIV: || κερδήσωμεν = RP
κερδήσομεν·
14οἵτινες οὐκ ἐπίστασθε
 τὸ = Treg NA/NIV RP: || [omit] = WH
τὸ τῆς αὔριον
 ποία = WH NA/NIV: || ποία γὰρ = Treg RP
ποία ζωὴ ὑμῶν· ἀτμὶς γάρ
 ἐστε = WH Treg NA/NIV: || ἔσται = RP
ἐστε
 ἡ = Treg NA/NIV RP: || [omit] = WH
πρὸς ὀλίγον φαινομένη,
 ἔπειτα = WH Treg NA/NIV: || ἔπειτα δὲ = RP
ἔπειτα καὶ ἀφανιζομένη·
15ἀντὶ τοῦ λέγειν ὑμᾶς· Ἐὰν κύριος
 θελήσῃ = Treg NA/NIV RP: || θέλῃ = WH
θελήσῃ, καὶ
 ζήσομεν = WH Treg NA/NIV: || ζήσωμεν = RP
ζήσομεν καὶ
 ποιήσομεν = WH Treg NA/NIV: || ποιήσωμεν = RP
ποιήσομεν τοῦτο ἐκεῖνο.
16νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν. 17εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν.



Copyright information for SBLG